Ἡ πονηρὰ γυνὴ ἐστὶ πηγὴ κακῶν, θησαυρὸς ῥυπαρίας· θανατηφόρος συντυχία· ὀφθαλμῶν ὄλισθος· καρδίας λόγχη· νέων ἀπώλεια.
Ἡ πονηρὰ γυνὴ ἐστὶ ψυχῆς ὄλεθρος· σκῆπτρον ᾄδου· κρημνώδης τόπος· ταραχὴ ἐσωτερικῆς ἀναπαύσεως· ὄφεως διαβολή.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀπαρηγόρητος ὀδύνη· ἀθεράπευτος κακία· σῳζομένων σκάνδαλον· καθημερινὴ ζημία· σκοτίας ὁδηγός· παραπτωμάτων σκάνδαλον· ζοφερῶν μυστηρίων θρίαμβος.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀναίσχυντον θηρίον· ἀχαλίνωτον στόμα· ἀπόλαυσις πονηρά· κολάσεως αἰωνίου πρόξενος· γήϊνον φρόνημα· ἀνδρῶν ῥᾳθυμία.
Περὶ γυναικὸς πονηρᾶς
Εὑρέθη εἰς τὸν χειρ. Λαυρ. κώδ. Λ. 34 φύλ. 119 πηγή
Ἐκ τοῦ περιοδικοῦ Ἁγιορειτικὴ Βιβλιοθήκη, ἔτος ζ´ (1942-1943), σελ. 15
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου